ΠΡΟΓΡΑΜΜΑ
ΑΚΟΛΟΥΘΙΩΝ

Αυγούστου 2017
Ιουλίου 2017

ΤΟ ΗΜΕΡΟΛΟΓΙΟ
ΤΟΥ ΝΑΟΥ

ΡΑΔΙΟΣΤΑΘΜΟΣ
ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΟΣ



Ακούστε ζωντανά

“ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ"
ΣΤΑΣΙΣ Β’

Φωτογραφίες από τους Χαιρετισμούς

κουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τήν ἔνσαρκον Χριστοῦ παρουσίαν· καί δραμόντες ὠς πρός Ποιμένα, θεωρούσι τοῦτον ὡς ἀμνόν ἄμωμον, ἐν τῆ γαστρί Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον.
Χαῖρε, ἀμνοῦ καί ποιμένος Μήτηρ· χαῖρε, αὐλή λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τά οὐράνια συναγέλλεται τῆ γῆ· χαῖρε, ὅτι τά ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τό ἀσίγητον στόμα· χαῖρε, τῶν Ἀθλοφόρων τό ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα· χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δἰ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε, δἰ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.


Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῆ τούτου ἠκολούθησαν αἴγλη· και ὡς λύχνον κρατοῦντες αὐτόν, δἰ αὐτοῦ ἠρεύνων κραταιόν Ἄνακτα· καί φθάσαντες τόν ἄφθαστον, ἐχάρησαν, αὐτῶ βοῶντες.

Ἀλληλούϊα


δον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τόν πλάσαντα χειρί τούς ἀνθρώπους· καί Δεσπότην νοοῦντες αὐτόν, εἰ καί δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καί βοῆσαι τῆ Εὐλογημένη.
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὑγή μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τήν κάμινον σβέσασα· χαῖρε τῆς Τριάδος τούς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον, ἐκβαλοῦσα τῆς ἀρχῆς· Χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.
Χαῖρε, πυρός προσκύνησιν παύσασα· χαῖρε, φλογός παθῶν ἀπαλλάτουσα.
Χαῖρε, πιστῶν ὁδηγέ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.


Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τήν Βαβυλῶνα· ἐκτελέσαντές σου τόν χρησμόν, καί κηρύξαντές σε τόν Χριστόν ἅπασιν, ἀφέντες τόν Ἡρώδην ὡς ληρώδη, μή εἰδότα ψάλλειν.

Ἀλληλούϊα


Λάμψας ἐν τῆ Αἰγύπτω, φωτισμόν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τό σκότος· τά γάρ εἴδωλα ταύτης Σωτήρ, μή ἐνεγκαντά σου τήν ἰσχύν πέπτωκεν· οἱ τούτων δέ ῥυσθέντες, ἐβόων πρός τήν Θεοτόκον.
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τήν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τόν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα, Φαραώ τόν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα, τούς διψῶντας τήν ζωήν.
Χαῖρε, πύρινε στῦλε, οδηγῶν τούς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφής τοῦ Μάννα διάδοχε· χαῖρε τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἦς ῥέει μέλι καί γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.


Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βράθος αὐτῶ, ἀλλ' ἐγνώσθης τούτῳ καί Θεός τέλειος· διόπερ ἐξεπλάγη, σου ήν ἄῤῥητον σοφίαν, κράζων:

Ἀλληλούϊα


Φωτογραφικό υλικό



ΑΡΘΡΑ ΣΥΝΕΡΓΑΤΩΝ

ΤΟ ΠΡΟΣΩΠΟ ΤΟΥ
ΙΕΡΕΑ ΚΑΙ Η
ΠΟΙΜΑΝΤΙΚΗ ΤΟΥ
ΔΙΑΚΟΝΙΑ ΚΑΤΑ
ΤΟΥΣ ΕΞΙ ΛΟΓΟΥΣ
ΤΟΥ ΙΩΑΝΝΟΥ
ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

ΠΡΩΤΟΠΡΕΣΒΥΤΕΡΟΣ
ΜΑΡΙΟΣ
ΔΗΜΟΣΘΕΝΟΥΣ

Διπλωματική Μελέτη

Περισσότερα...

ΨΥΧΩΦΕΛΗ ΑΝΑΓΝΩΣΜΑΤΑ



Ο ΑΒΒΑΣ ΙΣΑΑΚ Ο ΣΥΡΟΣ ΚΑΙ
Η ΑΣΚΗΣΗ ΣΤΗΝ ΖΩΗ ΜΑΣ
Αρχιμ. Κύριλλος Κεφαλόπουλος

Ρώτησαν κάποτε ένα γέροντα οι υποτακτικοί του: ''Γέροντα, τι πρέπει να μελετούν οι αρχάριοι στην πνευματική ζωή;

Διαβάστε τη συνέχεια




Η νίκη του θανάτου
δια του θανάτου
Mητροπολίτoυ Σουρόζ Anthony Bloom

Kάθε χρόνο το βράδυ της Aνάστασης και τις σαράντα μέρες που ακολουθούν ψάλλουμε “Xριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας”. Aλλά τι βλέπουμε;

Διαβάστε τη συνέχεια