ΣΧΟΛΙΑ

Εδώ μπορείτε να μας στείλετε
τα σχόλια και
τις εισηγήσεις σας

ΠΡΟΓΡΑΜΜΑ
ΑΚΟΛΟΥΘΙΩΝ

Νοέμβριος 2018
Οκτώβριος 2018


ΕΥΑΓΓΕΛΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
ΤΟΥ ΜΗΝΑ


ΡΑΔΙΟΣΤΑΘΜΟΣ
ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΟΣ



Ακούστε ζωντανά


“ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ"
ΣΤΑΣΙΣ Α’


Για να ακούσετε τους Χαιρετισμούς κάνετε κλίκ εδώ
Ψάλλει ο Πρωτοπρεσβύτερος του Ιερού Ναού Αγίου Δημητρίου Ακροπόλεως,
πατήρ Μάριος Δημσθένους



Φωτογραφίες από τους Χαιρετισμούς

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῆ Θεοτόκω το, Χαῖρε·
(τρεῖς φορές) καί σύν τῆ ἀσωμάτω φωνῆ, σωματούμενόν σε θεωρῶν, Κύριε,
ἐξίστατο καί ἵστατο, κραυγάζων πρός αὐτήν τοιαῦτα.
Χαῖρε, δἰ ἦς ἡ χαρά ἐκλάμψει· χαῖρε, δἰ ἦς ἡ ἀρά ἐκλείψει.
Χαίρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον,
καί Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι υπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τόν Ἥλιον· χαῖρε, γαστήρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δἰ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δἰ ἧς βραφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.


Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνεία, φησί τῶ Γαβριήλ θαρσαλέω· Τό παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῆ ψυχῆ φαίνεται· ἀσπόρου γάρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων·

Ἀλληλούϊα


Γνῶσιν ἄγνωστον γνῶναι, ἡ παρθένος ζητοῦσα, ἐβόησε πρός τόν λειτουργοῦντα·
Ἐκ λαγόνων ἁγνῶν, Υἱόν πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Προς ἥν ἐκεῖνος ἔφησεν ἐν φόφω, πλήν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τό προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τό κεφάλαιον.
Χαῖρε, κλίμαξ ἐπουράνιε, δἰ ἥς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τούς ἐκ γῆς πρός οὐρανόν.
Χαῖρε, τό τῶν Ἀγγελων πολυθρύλητον θαῦμα· χαῖρε, τό τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τό φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τό πῶς, μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν, καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.


Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρός σύλληψιν τῆ Ἀπειρογάμω· καί τήν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρόν ὑπέδειξεν ἡδύν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῶ ψάλλειν οὕτως·

Ἀλληλούϊα


χουσα θεοδόχον, ἡ Παρθένος τήν μήτραν, ἀνέδραμε πρός τήν Ἐλισάβετ· τό δέ βρέφος ἐκείνης εὐθύς, ἐπιγνόν τόν ταύτης ἀσπασμόν, ἔχαιρε· καί ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρός τήν Θεοτόκον.
Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργόν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργόν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρός θνητούς εὐδοκία· χαῖρε, θνητῶν πρός Θεόν παῤῥησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.


Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσήφ ἐταράχθη, πρός τήν ἄγαμόν σε θεωρῶν, καί κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθών δέ σου τήν σύλληψιν έκ Πνεύματος ἁγίου, ἔφη·

Ἀλληλούϊα




Φωτογραφικό υλικό




ΚΑΤΗΧΗΤΙΚΗ ΚΙΝΗΣΗ

ΤΟ ΠΡΟΣΩΠΟ ΤΟΥ
ΙΕΡΕΑ ΚΑΙ Η
ΠΟΙΜΑΝΤΙΚΗ ΤΟΥ
ΔΙΑΚΟΝΙΑ ΚΑΤΑ
ΤΟΥΣ ΕΞΙ ΛΟΓΟΥΣ
ΤΟΥ ΙΩΑΝΝΟΥ
ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Πρωτοπρεσβύτερος
Μάριος
Δημοσθένους
(Διπλωματική Μελέτη)

Περισσότερα...

ΔΙΑΚΟΝΙΑ ΑΓΑΠΗΣ

ΚΕΝΤΡΟ ΣΤΗΡΙΞΗΣ ΟΙΚΟΓΕΝΕΙΑΣ & ΠΑΙΔΙΟΥ

Έναρξη
Κατηχητικών
2018 - 2019

Λήξη
Κατηχητικών
2017 - 2018

Παιδική Εξοχή - 2018

Φωτογραφίες από Δραστηριότητες
της Κατηχητικής
Κίνησης 2015-2016