ΣΧΟΛΙΑ

Εδώ μπορείτε να μας στείλετε
τα σχόλια και
τις εισηγήσεις σας

ΠΡΟΓΡΑΜΜΑ
ΑΚΟΛΟΥΘΙΩΝ

Δεκέμβριος 2018
Νοέμβριος 2018


ΕΥΑΓΓΕΛΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
ΤΟΥ ΜΗΝΑ


ΡΑΔΙΟΣΤΑΘΜΟΣ
ΑΓΙΟΣ ΔΗΜΗΤΡΙΟΣ



Ακούστε ζωντανά


“ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ"
ΣΤΑΣΙΣ Δ’


Για να ακούσετε τους Χαιρετισμούς κάνετε κλίκ εδώ
Ψάλλει ο Πρωτοπρεσβύτερος του Ιερού Ναού Αγίου Δημητρίου Ακροπόλεως,
πατήρ Σωκράτης Ανδρέου



Φωτογραφίες από τους Χαιρετισμούς

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καί πάντων τῶν εἰς σά προστρεχόντων· ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς, κατεσκεύασέ σε Ποιητής Ἄχραντε, οἰκήσας ἐν τῆ μήτρα σου, καί πάντας σοι προσφωνεῖν διδάξας.
Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγέ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγέ θεϊκῆς ἀγαθότητος. αῖρε, σύ γάρ ἀνεγέννησας τούς συλληφθέντας αἰσχρώς· χαῖρε, σύ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν.
Χαῖρε, ἡ τόν φθορέα τῶν φρενῶν καταργούσα· χαῖρε, ἡ τόν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστούς Κυρίω ἁρμόζουσα.
Χαῖρε, καλή κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.


μνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῶ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γάρ τῆ ψάμμω ὠδάς, ἄν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοί βοῶσιν.

Ἀλληλούϊα


Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρώμεν τήν ἁγίαν Παρθένον· τό γάρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρός γνῶσιν θεϊκήν ἅπαντάς, αὐγῆ τόν νοῦ φωτίζουσα, κραυγῆ δέ τιμωμένη ταῦτα.
Χαῖρε, ἀκτίς νοητοῦ Ἡλίου· χαῖρε, βολίς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπή τάς ψυχάς καταλάμπουσα· χαῖρε, ὡς βροντή τούς ἐχθρούς καταπλήττουσα.
Χαῖρε, ὅτι τόν πολύφωτον ἀνατέλλεις φωτισμόν' χαῖρε, ὅτι τόν πολύρρυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τόν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τόν ρύπον.
Χαῖρε, λουτήρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατήρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωή μυστικής εὐωχίας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.


Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δἰ ἑαυτοῦ, πρός τούς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καί σχίσας τό χειρόγραφον, ἀκούει παρά πάντων οὕτως.

Ἀλληλούϊα


Ψάλλοντές σου τόν Τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῆ σῆ γάρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῆ χειρί Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.
Χαῖρε, σκηνή τοῦ Θεοῦ καί Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, Κιβωτέ χρυσωθεῖσα τῶ Πνεύματι· χαῖρε, θησαυρέ τῆς ζωής ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον Ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τό ἀπόρθητον τεῖχος.
Χαῖρε, δἰ ἧς ἐγείρονται τρόπαια· χαῖρε, δἰ ἧς ἐχθροί καταπίπτουσι.
Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.


πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τόν πάντων Ἀγίων ἁγιώτατον Λόγον (τρεῖς φορές) δεξαμενή τήν νῦν προσφοράν, ἀπό πάσης ρῦσαι συμφορᾶς ἅπαντάς· καί τῆς μελλούσης λύτρωσαι κολάσεως, τούς σοί βοῶντας.

Ἀλληλούϊα




Φωτογραφικό υλικό




ΚΑΤΗΧΗΤΙΚΗ ΚΙΝΗΣΗ

ΤΟ ΠΡΟΣΩΠΟ ΤΟΥ
ΙΕΡΕΑ ΚΑΙ Η
ΠΟΙΜΑΝΤΙΚΗ ΤΟΥ
ΔΙΑΚΟΝΙΑ ΚΑΤΑ
ΤΟΥΣ ΕΞΙ ΛΟΓΟΥΣ
ΤΟΥ ΙΩΑΝΝΟΥ
ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Πρωτοπρεσβύτερος
Μάριος
Δημοσθένους
(Διπλωματική Μελέτη)

Περισσότερα...

ΔΙΑΚΟΝΙΑ ΑΓΑΠΗΣ

ΚΕΝΤΡΟ ΣΤΗΡΙΞΗΣ ΟΙΚΟΓΕΝΕΙΑΣ & ΠΑΙΔΙΟΥ

Έναρξη
Κατηχητικών
2018 - 2019

Λήξη
Κατηχητικών
2017 - 2018

Παιδική Εξοχή - 2018

Φωτογραφίες από Δραστηριότητες
της Κατηχητικής
Κίνησης 2015-2016