Φωτογραφίες.
Ἀπολυτίκιον
Ἦχος δ’.
Σήμερον τῆς σωτηρίας ἡμῶν τό Κεφάλαιον, καί τοῦ ἀπ᾽ αἰῶνος
Μυστηρίου ἡ φανέρωσις· ὁ Υἱός τοῦ Θεοῦ, Υἱός τῆς Παρθένου
γίνεται, καί Γαβριήλ τὴν χάριν εὐαγγελίζεται. Διό καὶ
ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη,
ὁ Κύριος μετὰ σοῦ.
Κοντάκιον
Ἦχος πλ. δ’.
Τῇ ὑπερμάχῳ στρατηγῷ τά νικητήρια, ὡς λυτρωθεῖσα
τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου
Θεοτόκε. Ἀλλ᾽ ὡς ἔχουσα τό κράτος ἀπροσμάχητον,
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι·
Χαῖρε νύμφη ἀνύμφευτε.
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ, ΣΩΣΟΝ ΗΜΑΣ
|